Μτθ. θ´ 27-35
Τῶ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ᾿Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ᾿Ελθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ᾿Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Απόδοση στη νεοελληνική
"Ἤθελον δάκρυσιν ἐξαλεῖψαι τῶν ἐμῶν πταισμάτων, Κύριε, τό χειρόγραφον καί τό ὑπόλοιπον τῆς ζωῆς μου διά μετανοίας εὐαρεστῆσαί σοι· ἀλλ΄ ὁ ἐχθρός ἀπατᾷ με καί πολεμεῖ τήν ψυχήν μου· Κύριε, πρίν εἰς τέλος ἀπόλωμαι σῶσόν με" Ἀπόστιχο, Ἧχος Δ΄
Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγέλιο. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 22 Ιουλίου 2012
Τρίτη 10 Ιουλίου 2012
Το Ευαγγέλιο της Κυριακής 8 Ιουλίου
Μτθ. η´ 28-θ´ 1
Τώ καιρώ εκείνω, ελθόντι τώ ᾿Ιησού εις τήν χώραν τών Γεργεσηνών υπήντησαν αυτώ δύο δαιμονιζόμενοι εκ τών μνημείων εξερχόμενοι, χαλεποί λίαν, ώστε μή ισχύειν τινά παρελθείν διά τής οδού εκείνης. Καί ιδού έκραξαν λέγοντες• Τί ημίν καί σοί, ᾿Ιησού Υιέ τού Θεού; ήλθες ώδε πρό καιρού βασανίσαι ημάς;῏Ην δέ μακράν απ᾿ αυτών αγέλη χοίρων πολλών βοσκομένη.

Ετικέτες
Δαιμονισμός,
Ευαγγέλιο
Κυριακή 1 Ιουλίου 2012
Το Ευαγγέλιο της Κυριακής 1ης Ιουλίου
15 (Μτθ. Η´ 5-13)
Τώ καιρώ εκείνω, εισελθόντι τώ ᾿Ιησού εις Καπερναούμ προσήλθεν αυτώ εκατόνταρχος παρακαλών αυτόν καί λέγων• Κύριε, ο παίς μου βέβληται εν τή οικία παραλυτικός, δεινώς βασανιζόμενος. Καί λέγει αυτώ ο ᾿Ιησούς• ᾿Εγώ ελθών θεραπεύσω αυτόν. Καί αποκριθείς ο εκατόνταρχος έφη• Κύριε, ουκ ειμί ικανός ίνα μου υπό τήν στέγην εισέλθης• αλλά μόνον ειπέ λόγω, καί ιαθήσεται ο παίς μου. Καί γάρ εγώ άνθρωπός ειμι υπό εξουσίαν, έχων υπ᾿ εμαυτόν στρατιώτας, καί λέγω τούτω, πορεύθητι, καί πορεύεται, καί άλλω, έρχου, καί έρχεται, καί τώ δούλω μου, ποίησον τούτο, καί ποιεί. ᾿Ακούσας δέ ο ᾿Ιησούς εθαύμασε καί είπε τοίς ακολουθούσιν• ᾿Αμήν λέγω υμίν, ουδέ εν τώ ᾿Ισραήλ τοσαύτην πίστιν εύρον. Λέγω δέ υμίν ότι πολλοί από ανατολών καί δυσμών ήξουσι καί ανακλιθήσονται μετά ᾿Αβραάμ καί ᾿Ισαάκ καί ᾿Ιακώβ εν τή βασιλεία τών ουρανών, οι δέ υιοί τής βασιλείας εκβληθήσονται εις τό σκότος τό εξώτερον• εκεί έσται ο κλαυθμός καί ο βρυγμός τών οδόντων. Καί είπεν ο ᾿Ιησούς τώ εκατοντάρχω• ῞Υπαγε, καί ως επίστευσας γενηθήτω σοι. Καί ιάθη ο παίς αυτού εν τή ώρα εκείνη.

Κυριακή 24 Ιουνίου 2012
Το ευαγγέλιο της Κυριακής 24 Ιουνίου 2012 – Γενέθλιον Τιμίου Προδρόμου
(Λουκ. α´ 1-25, 57-68, 76, 80)
Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. ῏Ησαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Ετικέτες
Άγιος Ιωάννης ο Πρόδρομος,
Ευαγγέλιο
Τρίτη 19 Ιουνίου 2012
Το Ευαγγέλιο Κατά Ματθαίον
Β΄ ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον 17/06/2012 (δ΄ 18-23)
Τῷ καιρῷ εκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

Κυριακή 10 Ιουνίου 2012
Το Ευαγγέλιο της Κυριακής 10 Ιουνίου
Των Αγίων Πάντων
Κατά Ματθαίον (ι΄ 32-33, 37-38, ιθ΄ 27-30)
Είπεν ο Κύριος, πάς όστις ομολογήσει εν εμοί έμπροσθεν τών ανθρώπων, ομολογήσω καγώ εν αυτώ έμπροσθεν τού πατρός μου τού εν ουρανοίς, όστις δ᾿ άν αρνήσηταί με έμπροσθεν τών ανθρώπων, αρνήσομαι αυτόν καγώ έμπροσθεν τού πατρός μου τού εν ουρανοίς. Ο φιλών πατέρα ή μητέρα υπέρ εμέ ουκ έστι μου άξιος, καί ο φιλών υιόν ή θυγατέρα υπέρ εμέ ουκ έστι μου άξιος, καί ός ου λαμβάνει τόν σταυρόν αυτού καί ακολουθεί οπίσω μου, ουκ έστι μου άξιος.

Κυριακή 3 Ιουνίου 2012
Το Ευαγγέλιο της Κυριακής 3 Ιουνίου
Της Πεντηκοστής
Κατά Ιωάννην (ζ΄ 37-52, η΄ 12)
Τώ καιρώ εκείνω, εν τή εσχάτη ημέρα τή μεγάλη τής εορτής ειστήκει ο Ιησούς καί έκραξε λέγων• εάν τις διψά, ερχέσθω πρός με καί πινέτω. Ο πιστεύων εις εμέ, καθώς είπεν η γραφή, ποταμοί εκ τής κοιλίας αυτού ρεύσουσιν ύδατος ζώντος. Τούτο δέ είπε περί τού Πνεύματος ού έμελλον λαμβάνειν οι πιστεύοντες εις αυτόν• ούπω γάρ ήν Πνεύμα Άγιον, ότι Ιησούς ουδέπω εδοξάσθη.

Ευαγγέλιο,
Πεντηκοστή
Κυριακή 13 Μαΐου 2012
Κυριακή της Σαμαρείτιδος
Το Ευαγγέλιο της Κυριακής 13 Μαΐου 2012 - Κυριακή της Σαμαρείτιδος (Ἁγίας Φωτεινής)
Κατά Ιωάννην (δ΄ 5–42)
Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.

Δευτέρα 7 Μαΐου 2012
Ευαγγέλιο Κυριακής 6 Μαΐου
Κυριακή του Παραλύτου
Κατά Ιωάννην (ε΄ 1 - 15)
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα ἐν τῇ ἑορτῇ τῶν Ἰουδαίων. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;

Τρίτη 1 Μαΐου 2012
Το Ευαγγέλιο της Κυριακής των Μυροφόρων
(Μαρκ. ιε´ 43 - ιστ´ 8)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. ῾Ο δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ῾Η δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτὸν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ῾Ο δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ᾿Αλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Δευτέρα 23 Απριλίου 2012
Το Ευαγγέλιο της Κυριακής του Θωμά
Κατά Ιωάννην (κ΄ 19-31)
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Απόδοση στη νεοελληνική:

Απόστολος Θωμάς,
Ευαγγέλιο,
Σημάδια του Σταυρού
Τρίτη 10 Απριλίου 2012
Κατά Ιωάννη Ευαγγέλιο 2003
Η συγκλονιστική ιστορία του Ιησού Χριστού όπως ακριβώς ειπώθηκε από τον Ιωάννη στο πιο αγαπημένο αλλά λιγότερο κατανοητό Ευαγγέλιο. Η ταινία είναι λέξη προς λέξη το ευαγγέλιο του Ιωάννη χωρίς καμία απολύτως προσθήκη στο σενάριο.
Μέρος 1:
Μέρος 2:
Μέρος 1:
Μέρος 2:
Ετικέτες
Βίντεο,
Ευαγγέλιο,
Ευαγγελιστής Ιωάννης
Κυριακή 8 Απριλίου 2012
Το Ευαγγέλιο της Κυριακής 8 Απριλίου
Κυριακή των Βαΐων
(᾿Ιωάν. ιβ´ 1-18)
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. ᾿Εποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. ῾Η οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; Εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ῎Αφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ᾿Εβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν.

Κυριακή 1 Απριλίου 2012
Το Ευαγγέλιο της Κυριακής 1 Απριλίου
(Μάρκ. ι´ 32-45)
Τῶ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Δευτέρα 26 Μαρτίου 2012
Ευαγγέλιο Κυριακής 25/03/2012 – Δ΄ ΝΗΣΤΕΙΩΝ
Ιωάννου της Κλίμακος
Ο Ευαγγελισμός της Θεοτόκου
Κατά Λουκάν (α΄ 24-38)
Τῷ καιρῷ εκείνῳ, συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

Τετάρτη 21 Μαρτίου 2012
Το Ευαγγέλιο της Κυριακής 18 Μαρτίου - Κυριακή της Σταυροπροσκυνήσεως
Κυριακή της Σταυροπροσκυνήσεως
(Μαρκ. η´ 34 - θ´ 1)
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ῞Ος γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ῎
Κυριακή 11 Μαρτίου 2012
Το Ευαγγέλιο της Κυριακής 11 Μαρτίου
Κυριακή Β´ Νηστειών
(Μαρκ. β´ 1-12)
Τω καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις Καπερναούμ· και ηκούσθη ότι εις οίκόν έστι. Και ευθέως συνήχθησαν πολλοί, ώστε μηκέτι χωρείν μηδέ τα προς την θύραν· και ελάλει αυτοίς τον λόγον. Και έρχονται προς αυτόν παραλυτικόν φέροντες, αιρόμενον υπό τεσσάρων και μή δυνάμενοι προσεγγίσαι αυτώ δια τον όχλον, απεστέγασαν την στέγην όπου ην, και εξορύξαντες χαλώσι τον κράβαττον εφ’ ω ο παραλυτικός κατέκειτο. Ιδών δε ο Ιησούς την πίστιν αυτών λέγει τω παραλυτικώ· Τέκνον, αφέωνταί σοι αι αμαρτίαι σου.

Κυριακή 4 Μαρτίου 2012
Το Ευαγγέλιο της Κυριακής 4 Μαρτίου
Κυριακή της Ορθοδοξίας
᾿Ιω. α´ 44-52
Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις;

Δευτέρα 27 Φεβρουαρίου 2012
Το Ευαγγέλιο της Κυριακής 26 Φεβρουαρίου
Κυριακή της Τυρινής
(Ματθ. στ´ 14-21)
Εἶπεν ὁ Κύριος· ἐάν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑ-μῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Κυριακή 19 Φεβρουαρίου 2012
Το Ευαγγέλιο της Κυριακής 19 Φεβρουαρίου 2012 - Κυριακή της Απόκρεω
Κατά Ματθαίον (κε΄ 31 - 46)
Εἶπεν ὁ Κύριος· όταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Δευτέρα Παρουσία,
Ευαγγέλιο
Εγγραφή σε:
Σχόλια (Atom)
Διαβάστε επίσης
loading..
Αρχάγγελος Μιχαήλ