Τά γλυκά βράδια τοῦ Δεκαπενταύγουστου ψάλλονται στίς Ἐκκλησίες μας ἐναλλάξ οἱ δύο κατανυκτικοί παρακλητικοί Κανόνες, ὁ Μικρός καί ὁ Μέγας. Δυό ὕμνοι πασίγνωστοι, δημοφιλεῖς, πού ἔχουν καταστεῖ ἡδύτατο «ἄκουσμα καί λάλημα» τῶν ἑλληνοφώνων Ὀρθοδόξων, ταπεινή ἐξομολόγηση ἀμέτρητων ψυχῶν, θρηνητική καί παρακλητική ἀναφορά τοῦ πληρώματος τῶν πιστῶν στήν Κυρία καί Δέσποινα τοῦ κόσμου, τήν Ὑπεραγία Θεοτόκο. ‘Ο δεύτερος ἀπό τούς Κανόνες αὐτούς, ὁ καί Μέγας ὀνομαζόμενος, εἶναι ποίημα τοῦ Αὐτοκράτορα τῆς Νικαίας Θεοδώρου B΄ τοῦ Λασκάρεως, τοῦ Βασιλιᾶ πού τίμησε καί ὕμνησε ὅσο λίγοι τήν Παναγία. ( http://aktines.blogspot.com/2011/08/blog-post_8328.html )
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
