Εμφάνιση αναρτήσεων με ετικέτα Ανάσταση. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ανάσταση. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 18 Απριλίου 2012

Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία

Από Κυριακής του Πάσχα και καθ'όλην την Διακαινήσιμον εβδομάδα μέχρι του Εσπερινού του Σαββάτου καθώς και από του Εσπερινού της Τρίτης έκτης εβδομάδος από του Πάσχα (του Τυφλού) μέχρι του Εσπερινού της Τετάρτης που έχουμε την απόδοση της εορτής του Πάσχα, αντί Μεσονυκτικού, Ωρών και Αποδείπνου αναγινώσκεται η εξής Ακολουθία:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.  (Τρίς).

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.  Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ.  Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (Τρίς).
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ  κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον·  ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Τρίτη 17 Απριλίου 2012

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ ΛΑΜΠΡΥΝΘΟΜΕΝ ΛΑΟΙ

(ΑΝΑΣΤΑΣΙΜΟΣ ΥΜΝΟΣ)

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.






www.agioritikovima.gr

Παρασκευή 29 Απριλίου 2011

Ανάστασιν Χριστού θεασάμενοι

(...κάνουμε τον σταυρό μας με:)
Χριστός Ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος
x3

Ανάστασιν Χριστού θεασάμενοι,
προσκυνήσομεν Άγιον, Κύριον,
Ιησούν
τον μόνον αναμάρτητον.

Τον Σταυρόν Σου Χριστέ προσκυνούμεν
και την Αγίαν σου Ανάστασην
υμνούμεν και δοξάζωμεν

Συ γαρ ει ο Θεός ημών,
εκτός Σου άλλον ουκ οίδαμεν,
το όνομά Σου ονομάζομεν.

Δεύτε, πάντες οι πιστοί, προσκυνήσωμεν
την του Χριστού Αγίαν Ανάστασην.
Ιδού γαρ ήλθε δια του Σταυρού
χαρά εν όλω τω κόσμω.

Δια παντός ευλογούντες τον Κύριον,
υμνούμεν την Ανάστασην Αυτού.
Σταυρόν γαρ υπομείνας δι' ημάς,
θανάτω, θάνατον ώλεσεν.

(...κάνουμε τον σταυρό μας με:)
Αναστάς ο Ιησούς από του τάφου καθώς προείπεν,
Έδωκεν ημίν την αιώνιον ζωήν και το μέγα έλεος.

Κυριακή 20 Μαρτίου 2011

Οι Χαιρετισμοί της Υπεραγίας Θεοτόκου


Απολυτίκιον

Το προσταχθέν μυστικώς λαβών έν γνώσει,
εν τή σκηνή του Ιωσήφ σπουδή επέστη,
ο ασώματος λέγων τή Απειρογάμω.
Ο κλίνας τή καταβάσει τους ουρανούς,
χωρείται αναλλοιώτως όλος εν σοι·
ον καί βλέπων εν μήτρα σου,
λαβόντα δούλου μορφήν,
εξίσταμαι κραυγάζειν σοι·
Χαίρε Νύμφη ανύμφευτε.

Διαβάστε επίσης

Αρχάγγελος Μιχαήλ

Αρχάγγελος Μιχαήλ