Πέμπτη 2 Απριλίου 2009

Ψυχοφελείς ερωταποκρίσεις Αγίου Βαρσανουφίου του Μέγα, περί προσευχής, κατάνυξης και ατόπων λογισμών κατά την προσευχή

Ἐρώτησις. Ἐὰν οὖν ψάλλω ἢ προσεύχομαι ἢ ἀναγινώσκω καὶ ἀνακύψῃ ἄτοπος λογισμός, κατανοήσω αὐτὸν καὶ διακόψω τὴν ψαλμῳδίαν ἢ τὴν προσευχὴν ἢ τὴν ἀνάγνωσιν, ἵνα καὶ διὰ τῶν τοιούτων λογισμῶν ἀντιπράξω αὐτῷ;

Ἀπόκρισις
: Καταφρόνησον αὐτοῦ καὶ πρόσεχε μετὰ ἀκριβείας τῇ ψαλμῳδίᾳ καὶ τῇ προσευχῇ καὶ τῇ ἀναγνώσει, τοῦ δύνασθαι δύναμιν λαβεῖν ἀπὸ τῶν λεγομένων· ἐὰν γὰρ ἀνασχώμεθα σχολάζειν τοῖς λογισμοῖς τοῦ ἐχθροῦ, οὐδέποτε ἔχομέν τι ἀγαθὸν πράξαι, ὅπερ ἐκεῖνος πραγματεύεται. Καὶ ὅταν βλέπῃς τὴν αὐτῶν συνοχὴν τοιαύτην οὗσαν, ὥστε καὶ παρεμποδίσαι τῇ ψαλμῳδίᾳ ἢ τῇ προσευχῇ ἢ τῇ ἀναγνώσει, μηδὲ οὕτως ἀντιφιλονεικήσῃς αὐτοῖς· οὐκ ἔστι γὰρ τοῦτο τῆς σῆς δυνάμεως. Ἀλλὰ σπούδασον ἐπικαλέσθαι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἔρχεται εἰς σὴν βοήθειαν καὶ καταργεῖ τὸ μηχανήματα τῶν ἐχθρῶν.
Αὐτοῦ γὰρ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις. Πῶς τις κτᾶται κατάνυξιν ἐν τῇ προσευχῇ καὶ ἀναγνώσει καὶ ψαλμῳδίᾳ;
Ἀπόκρισις. Ἡ κατάνυξις ἀπὸ τοῦ ἐνδελεχισμοῦ τῆς ὑπομνήσεως ἔρχεται τῷ ἀνθρώπῳ. Ὅτε οῦν προσεύχεταί τις, ὀφείλει προσευχόμενος ἀναγαγεῖν τὰς πράξεις αὐτοῦ εἰς τὴν ἰδίαν μνήμην καὶ πῶς κρίνονται οἱ τὰ τοιαῦτα πράττοντες καὶ τὴν φωνὴν τὴν φοβεράν, ὅτι «πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον» καὶ τὰ λοιπά. Μνήμην δὲ ἁμρτιῶν λέγω, οὐχὶ ἑκάστης, μήποτε καὶ διὰ παρενθέτου ἐισενέγκῃ ὁ ὑπεναντίος ἄλλην αἰχμαλωσίαν, ἀλλὰ τὸ μνησθῆναι μόνον, ὅτι κατάχρεοι ἐσμεν ἁμαρτιῶν. Καὶ μετὰ ταῦτα ἐὰν ἐμμείνῃ σκληρότης μὴ ἐνδώσωμεν· γίνεται γὰρ πολλάκις παρὰ τοῦ Θεοῦ ἡ ἀνοχὴ εἰς δοκιμασίαν ἀνθρώποιυ, εἰ ὑπομείνῃ.
Καὶ περὶ τῆς ἀναγνώσεως καὶ τῆς ψαλμῳδίας, τὸ γρηγορῆσαι τὸν τοῦν αὐτοῦ εἰς τὰ ὑπ’ αὐτοπυ λεγόμενα καὶ ἀναλαβεῖν εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν δύναμιν τὴν ἐναύτοῖς ἐγκειμένην. Ἐὰν μὲν περὶ ἀγαθῶν, ἵνα ζηλώσῃ εἰς τὸ ἀγαθόν, ἐὰν δὲ περὶ ἀνταποδόσεως κακῶν, ὅνα φύγῃ τὴν προσδοκωμένην ἀπειλὴν τοῖς τὰ κακὰ πράττουσι. Καὶ ἐμμένων ἐν ταῖς αὐτῶν ὑπομνήσεσι, μὴ ἐνδώσῃς ὑπομενούσης τῆς σκληρότητος· ἐλεήμων γὰρ ἐστι καὶ οίκτίρμων ὁ Θεὸς καὶ μακρόθυμος, προσδεχόμενος ἡμῶν τὴν σπουδήν. Μνημόνευε δὲ ἀεὶ τοῦ λέγοντος Ψαλμῳδοῦ, «ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι» καὶ τὰ λοιπά.
Ἀδολεσχῶν δὲ ἐν τούτοις, ἔλπισον ὅτι καταλαμβάνει σε τὰ ἐλέη τοῦ Θεοῦ διὰ τάχους.

Ἐρώτησις Ὅτε ζητῶ μετὰ ἀκριβείας προσέχειν τῇ δυνάμει τῶν ρημάτων τοῦ Ψαλμῳδοῦ, συμβαίνει πολλάκις ἐξ αὐ῀των γενέσθαι μοι πονηροὺς λογισμούς.
Ἀπόκρισις. Ἐὰν ἴδῃς ὅτι ἀπ’ αὐτῶν τῶν ρημάτων τῆς ψαλμῳδίας ἐμηχανήσατο ὁ ἐχθρὸς παρασχεῖν σοι πόλεμον, οὐ χρὴ μετὰ ἀκριβείας καταλαβεῖν τὴν δύναμιν τῶν λεγομένων, ἀλλὰ νηφόντως καὶ ἀρεμβάστως αὐτὰ ψάλλειν. Κἂν γὰρ αὐτὰ λέγῃς μόνον, οἱ ἐχθροὶ τὴν δύναμιν αὐτῶν ἴσασι καὶ οὐ δύναταί σοι ἀντιστῆναι· καὶ γίνεταί σοι ἡ ψαλμῳδία ἀντὶ ἱκεσίας πρὸς τὸν Θεὸν καὶ εἰς κατάργημα τῶν ἐχθρῶν.

Ἐρώτησις. Ἐὰν ἐν τῇ ψαλμῳδίᾳ ὧ ἢ μετὰ ἀνθρώπων καὶ θλίβωμαι ἐκ τῶν λογισμῶν καὶ ὀνομάσω τὸν Θεὸν ἐν τῇ καρδίᾳ, μὴ δυνάμενος ἐν τῷ στόματι, ἢ καὶ μνησθῶ αὐτοῦ μόνον, ἆρα οὐκ ἐξαρκεῖ μοι τοῦτο εἰς βοήθειαν;
Ἀπόκρισις. Ἐὰν στήκοντός σου ἐν τῷ καιρῷ τῆς ψαλμῳδίας ἢ μετὰ ἀνθρώπων, ἔλθῃ σοι ὀνομάσαι τὸν Θεόν, μὴ νομίσῃς ὅτι, ἐὰν μὴ εἴπῃς στόματι, οὐκ ὀνομάζεις αὐτόν· ἀλλὰ μιμνῄσκου, ὅτι καρδιογνώστης ἐστὶ καὶ εἰς τὴν καρδίαν προσέχει· καὶ ὀνόμασον αὐτὸν ἐν τῇ καρδίᾳ σου. Τοῦτο γὰρ ἐστιν ὅ εἶπεν ἡ Γραφή· «κλεῖσον τὴν θύραν σου καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ»· ἵνα κλείσωμεν τὸ στόμα καὶ ἐν τῷ καρδίᾳ προσευξώμεθα αὐτῷ.
Ὁ κλείων οὗν τὸ στόμα καὶ ὀνομάζων τὸν Θεὸν ἢ προσευχόμενος αὐτῷ ἐν τῇ καρδίᾳ αὐτοῦ, τὴν τοῦτου λέγουσαν ἐντολὴνπληροῖ· ἐὰν δὲ καὶ μὴ ὀνομάσῃς ἐν αὐτῇ, μνησθῇς δὲ μόνον, τοῦτον μᾶλλον ὀξύτερόν ἐστι τοῦ ὀνιμάσαι καὶ ἀρκεῖ σοι πρὸς βοήθειαν.

2 σχόλια:

  1. Πολύ αξιόλογο το βιβλίοο αυτό με τις Ερωταποκρίσεις.
    Μήπως υπάρχει στην καθομιλουμένη ελληνική γλώσσα;

    ΑπάντησηΔιαγραφή
  2. Δεν το γνωρίζω. Εσείς ξέρετε κάτι για αυτό;

    ΑπάντησηΔιαγραφή

Διαβάστε επίσης

Αρχάγγελος Μιχαήλ

Αρχάγγελος Μιχαήλ