Κυριακή, 29 Ιουλίου 2012

Παρακλητικός Κανών στην Οσία Ειρήνη Χρυσοβαλάντου

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τήν καλιπάρθενον ἀμνάδα τοῦ Κτίστου καί Ὀρθοδόξων βοηθόν καί προστάτην ἐν κατανύξει κράξωμεν πιστοί ταπεινῶς, ἔνδοξε, ρύσαι ἰκέτας σου ἐκ παντοίων κινδύνων σπεῦσον καί παρασχου σύ ὑγιείαν καί ρώμην μή ἀποστρέψεις σούς δούλους κενούς σέ γάρ, Εἰρήνη, μεσίτριαν ἔχομεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δόξαν ρέουσαν, ὑπεριδοῦσα, νύμφη ἄμωμος, ὤφθης Κυρίου δί’ ἀσκήσεως Ὁσία ἐκλάμψασα ὡς οὔν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου ἐν ὁμονοία ἠμᾶς διαφύλαττε, ἀξιάγαστε, Χριστῷ τῷ Θεῶ πρεσβεύουσα δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εἰρήνη, προσπίπτω δεητικῶς πρός σέ ὁ ἀχρεῖος καί αἰτοῦμαι σήν ἀρωγήν, ἤν τάχος παρασχου σῶ ἱκέτη καί ἐκ παγίδων τοῦ δράκοντος ρύσαι μέ.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάσεις ποικίλας, θαυματουργέ ἀπαύστως παρέχεις τοῖς προστρέχουσι ταπεινῶς καί τήν σήν βοήθειαν παρασχου τοῖς πρός σέ πόθω προσφεύγουσι, παντιμε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ψυχᾶς τῶν ἀχρείων σου ἱκετῶν προστάτευσον, κόρη, ἀπό πάσης ἐπιβουλῆς καί δίδως μετάνοιαν Εἰρήνη, Χρυσοβαλάντου τό κλέος καί καύχημα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σεμνή Θεοτόκε μῆτερ Θεοῦ, πρός σέ καταφεύγω καί αἰτοῦμαι σήν ἀρωγήν ἤν τάχος παρασχου σῶ ἱκέτη καί σωτηρίας τυχεῖν καταξίωσον.

Ὠδή γ’. Οὐρανίας ἁψίδος.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν τυφλῶν βακτηρία καί ἀσθενῶν ἴασις καί τῶν ἐν ἀναγκαις, Εἰρήνη, μέγας ἐπίκουρος καί ὁδηγός ἀσφαλής τῶν ὀρθοδόξων ἐφάνης ὀρφανῶν δέ στήριγμα, ὤ θεοπρόβλητε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τήν μονήν σου, Εἰρήνη ἐκ πειρασμῶν φύλαττε καί τάς ἐν αὐτή ἀσκουμένας σκέπε, φιλάγαθε. Τούς εἰσιόντας πρός σέ τέλη ἀνώδυνα δίδου καί εἰρήνην δώρησαι ὤ ἀξιάγαστε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἱκετεύω σέ, νύμφη, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην σύ ἀποδίωξον. Σέ γάρ προστάτην ἠμῶν ὁμολογοῦμεν, Εἰρήνη, καί φρουρόν ἀκοίμητον, κόρη πανύμνητε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὤ Πανάχραντε κόρη, χριστιανῶν καύχημα καί τῶν ὀρθοδόξων τό κλέος, σύ μέ προστάτευσον ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ καί ἐκ δολίων ἀνθρώπων καί παθῶν, Πανάμωμε,
ψυχῆς ἁπάλλαξον.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου, ὤ Εἰρήνη, ὅτι πάντες ἰκετικῶς πρός σέ καταφεύγομεν ὡς χάριν εὑροῦσα παρά Κυρίω.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.
Σύ πρέσβυς θερμός καί τεῖχος ἀπροσμάχητον ἐδείχθης, σεμνή, καί κόσμου καταφύγιον ἐκτενῶς βοῶμεν σοί, καλλιπάρθενε κόρη, προφθασον καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς,
Εἰρήνη, πιστῶν δόξα καί καύχημα.

Ὠδή δ'. Ἐσακήκοα Κύριε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Χάρισον μοί κατάνυξιν, στεναγμούς καί δάκρυα, θαυματόβρυτε. Ἱκέτην δίδου, Εἰρήνη ὑγιείαν καί ρώμην, ἰσάγγελε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σοί προσπίπτω καί δέομαι ἐκ παντός κινδύνου ρύσαι μέ, παντιμε, καί τήν πώρωσιν διαλυσον τῆς ψυχῆς μου τάχος, μεγαλώνυμε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τήν μονήν σου, πανάριστε, τῆς ὀρθοδοξίας τεῖχος ἀναδεῖξον καί τούς εἰς αὐτήν προστρέχοντας τέκνα τάχος, Εἰρήνη, σύ δώρησον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπέρ πάντων ἱκέτευε τόν Υἱόν σου, κόρη ἀξιοτίμητε, καί τάς τύψεις μου κατεύνασον διά μετανοίας, Θεονύμφευτε.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Δώρησον καμέ ὑγιείαν καί ταπείνωσιν, πνεῦμα συνέσεως καί φόβον Θεοῦ, ἴνα ὑμνῶ σέ ἀπαύστως, Εἰρήνη παντιμε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Πίστην ἀκλινῆ καί ἀγάπην τάχος χάρισον πάσι τοῖς προστρέχουσι, σεμνή, καί ἑξαιτούσιν, Εἰρήνη, σήν βοήθειαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νέκρωσον, σεμνή, τῆς σαρκός μου τά σκιρτήματα καί τήν καρδίαν μου πλήρωσον χαρᾶς ἴνα δοξάζω, Εἰρήνη, Χριστόν τόν Κύριον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρήματα Θεοῦ διετήρεις ἐν τή καρδία σου, Παρθενομῆτορ ἀξιάγαστε, τοῦτο ἀξίωσον καγῶ ποιῆσαι δέομαι.

Ὠδή στ'. Τήν δέησιν.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάτων σύ κρουνός ἀνεδείχθης καί ἀκοίμητος φρουρός τῶν ἀνθρώπων τῶν πειρασμῶν διαλύεις παγίδας καί τοῖς πιστοῖς σύ παρέχεις τήν ἴασίν σου δέομαι, ὤ ἀγαθή,
ἐκ παθῶν καί κινδύνων διασωσον.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εἰρήνη, Χρυσοβαλάντου τό κλέος σοί προσέρχομαι ἐν πόθω καί πίστει καί ἐκζητῶ σήν βοήθειαν, κόρη, ἴνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον, ἐκ νόσων τέ καί πειρασμῶν καί
ποικίλων παγίδων τοῦ ὄφεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θανάτου τοῦ αἰωνίου ρύσαι μέ τόν ἀνάξιον ἱκέτην, Εἰρήνη, καί ἐκ φθορᾶς καί ποικίλων παγίδων τοῦ ἀρχαικάκου ἐχθροῦ τάχος μέ λύτρωσον, ὤ κλέος τῶν χριστιανῶν,
ἐκ παθῶν καί κινδύνων διασωσον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παρθένε πρός σέ προσφεύγω ὁ τάλας καί πρός σέ χείρας αἴρω ἀπαύστως τόν σόν Υἱόν καθικέτευε, κόρη, ἴνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης σου ἐκ πάντων τῶν διαπλοκῶν
ἄς ὁ ὄφις ἐκφαίνει, Πανύμνητε.
Διασωσον ἐκ πάσης νόσου τούς δούλους σου, ὤ Εἰρήνη, ὅτι πάντες πρός σέ καταφεύγομεν ὡς ἔχουσαν τῷ Θεῶ παρρησία.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίας.


Αἴτησις ὑπό τοῦ Ἱερέως καί τό Κοντάκιον.
Ἦχος β'. Προστασία.
Σύ προστάτης τῶν χριστιανῶν ἀκαταίσχυντος καί μεσίτης πρός Θεόν, Εἰρήνη, ταχύτατος, μή παρίδης ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς, ἀλλά προφθασον, ὤ ἀγαθή, εἰς τήν βοήθειαν
ἠμῶν τῶν θερμῶς δεομένων σοί. Λύσον σύ τάς στειρώσεις καί τέκνα πιστοῖς παράχου, Χρυσοβαλάντου θησαυρέ, καί ἠμῶν δόξα καί καύχημα.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ’.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (ζ' 36-50)
Ἠρώτα δέ τίς αὐτόν τῶν Φαρισαίων ἴνα φάγη μέτ΄ αὐτοῦ· καί εἰσελθῶν εἰς τήν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καί ἰδού γυνή ἐν τή πόλει ἤτις ἤν ἁμαρτωλός, καί ἐπιγνοῦσα ὅτι ἀνεκειται ἐν τή οἰκία τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρουπολεμούμενος καί παραμυθίαν οὐκ ἔχω πλήν σου. Σπεῦσον, ὤ Εἰρήνη, ἀκοίμητε προστάτα καί φρουρέ τῶν δεομένων σοί, εὔσημε, καί εὐχᾶς ἐκπλήρωσον. καί στάσα ὀπίσω παρά τούς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τούς πόδας αὐτοῦ τοῖς δάκρυσι καί ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καί κατεφίλει τούς πόδας αὐτοῦ καί ἤλειφε τῷ μύρω. ἰδών δέ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν εἶπεν ἐν ἐαυτῶ λέγων· οὗτος εἰ ἤν προφήτης, ἐγίνωσκεν ἄν τίς καί ποταπή ἡ γυνή ἤτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. καί ἀποκριθεῖς ὁ Ἰησοῦς εἶπε πρός αὐτόν· Σίμων, ἔχω σοί τί εἰπεῖν, ὁ δέ φησί· διδάσκαλε, εἰπέ. δύο χρεωφειλέται ἤσαν δανειστή τινί· εἰς ὤφειλε δηνάρια πεντακόσια, ὁ δέ ἕτερος πεντήκοντα. μή ἐχόντων δέ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὔν αὐτῶν, εἰπέ, πλεῖον αὐτόν ἀγαπήσει; ἀποκριθεῖς δέ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ὤ τό πλεῖον ἐχαρίσατο. ὁ δέ εἶπεν αὐτῶ· ὀρθῶς ἔκρινας, καί στραφεῖς πρός τήν γυναίκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τήν γυναίκα; εἰσῆλθόν σου εἰς τήν οἰκίαν, ὕδωρ ἐπί τούς πόδας μου οὐκ ἔδωκας· αὔτη δέ τοῖς δάκρυσιν ἔβρεξέ μου τούς πόδας καί ταῖς θριξί τῆς κέφαλης αὐτῆς ἐξέμαξε. φίλημα μοί οὐκ ἔδωκας· αὔτη δέ ἄφ΄ ἤς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσα μου τούς πόδας. ἐλαίω τήν κεφαλήν μου οὐκ ἤλειψας· αὔτη δέ μύρω ἤλειψέ μου τούς πόδας. οὐ χάριν λέγω σοῖ, ἀφέωνται αἵ ἁμαρτίαι αὐτῆς αἵ πολλαί, ὅτι ἠγάπησε πολύ· ὤ δέ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾶ. εἶπε δέ αὐτή· ἀφέωνταί σου αἵ ἁμαρτίαι. καί ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἐαυτοῖς· τίς οὗτος ἐστίν ὅς καί ἁμαρτίας ἀφίησιν; εἶπε δέ πρός τήν γυναίκα· ἡ πίστις σου σέσωκε σέ· πορεύου εἰς εἰρήνην.

Ὁ χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψων τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Μή ἐγκαταλείπης μέ, Χρυσοβαλάντου τό κλέος τῶν πιστῶν τό στήριγμα, ἀλλά δέξαι δέησιν τοῦ ἰκέτους σου θλίψις γάρ ἔχει μέ, φέρειν οὐ δύναμαι ἀρχαικάκου τά τοξεύματα’ σκέπην οὐ κέκτημαι, οὐδέ πού προσφύγω, Ὀσίαθλε, πάντοθεν πολεμούμενος καί παραμυθίαν οὐκ ἔχω πλήν σου. Σπεῦσον, ὤ Εἰρήνη, ἀκοίμητε προστάτα καί φρουρέ τῶν δεομένων σοί, εὔσημε, καί εὐχᾶς ἐκπλήρωσον.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς ὁσίας Εἰρήνης Χρυσοβαλάντου, Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον (Ἰβ').
Ὁ Ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς...
Ὁ Χορός: καί αἵ λοιπαί ὠδαί τοῦ Κανόνος

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῆς ψυχῆς μου τά ἕλκη σύ θεράπευσον, κόρη ἀξιοθαύμαστε, καί τέλη τῆς ζωῆς μου ἀνώδυνα παρασχου, ἴνα πόθω κραυγάζω σοί Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἀτεκνίαν γυναίων σύ παρέχεις τήν λύσιν πανευωδέστατε, διο καί αἵ ποθοῦσαι υἱούς καί θυγατέρας πρός σέ ἔρχονται ἄδουσαι, Χαῖρε Εἰρήνη σεμνή Χρυσοβαλάντου κλέος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐκ τροχαίου ἰκέτας σύ προστάτευσον, κόρη πανωσιώτατε, καί πάσι τοῖς αἰτούσι μετάνοιαν παρασχου, ἴνα πάντες κραυγάζωμεν, Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μητροπάρθενε Κόρη πρός σέ σπεύδω δεόμενος, ὁ ἀνάξιος, παρασχου ὑγιείαν καί ρώμην σῶ ἱκέτη, ἴνα πόθω δοξάζωμεν σέ, Θεοτόκε ἁγνή, τήν δόξαν τῶν ἀγγέλων.

Ὠδή ἡ'. Τόν Βασιλέα.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τόν Βασιλέα ὄν ἠγάπησας σφόδρα, ὤ Εἰρήνη θεοφρον, λιταίς σου εὐμένισον τάχος, ἴνα μή κολασθῶμεν.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σύ ὤ Εἰρήνη, ἠμῶν τάς καρδίας εἰρήνης καί χαρᾶς πληροῖς, δεδοξασμένη διο σέ ἀπαύστως ὑμνοῦμεν, ἀθλοφόρε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις καί σαρκός τάς ὀδύνας, Εἰρήνη, διο σέ δοξάζω, Χρυσοβαλάντου κλέος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τήν Θεοτόκον καί Λυτρωτού τήν μητέρα τῶν ἀγγέλων αἵ τάξεις ὑμνεῖτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰώνας.

Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εἰρήνη ἀθληφόρε, σέ παρακαλοῦμεν καί δεόμεθα, κόρη πανύμνητε, τούς ὀρθοδόξους ἀπαύστως σκέπε καί φύλαττε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Μονῆς Χρυσοβαλάντου κλέος ἀνεδείχθης καί τῶν πιστῶν καταφύγιον ἄριστον, Εἰρήνη κόρη σεμνή, μοναζουσῶν ἡ δόξα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κατάνυξιν παρασχου ἐμοί τῷ ἀθλίω, ὑπομονήν καί πτωχείαν τοῦ πνεύματος ἀξίωσον λιταίς σου Χριστοῦ ἰδεῖν τήν δόξαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πανάμωμε Παρθένε, σκέπασον ἱκέτην καί ἐκ χειρῶν ἀρχαικάκου διασωσον τοῖς δέ ποθούσι, Ἁγνή, μετάνοιαν παρασχου.

Καί εὐθύς.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Δεῦτε ἐφημήσωμεν οἱ πιστοί Ὁσίαν Εἰρήνην τῶν ἀτέκνων καταφυγή, τῶν δέ ὀρθοδόξων προστάτιδα καί κλέος καί πάντων τῶν ἐν θλίψει τό παραμύθιον.
Ἐκτενῶς ἱκέτευε τόν Θεόν ὑπέρ τῆς Ἑλλάδος εἰρηναίαν αὐτήν τηρεῖν καί λυτροῦσθαι πάντων δεινῶν τέ καί κινδύνων, μοναζουσῶν τό κλέος, Εἰρήνη Πάνσοφε.
Ἔλαμψας τῷ πάλαι ἐν τή Μονή τοῦ Χρυσοβαλάντου, ὤ Εἰρήνη θαυματουργέ, καί τῶν μοναζόντων κατέστης, ἀθληφόρε, τό πρότυπον καί κλέος καί πάντων σέμνωμα.
Ἴδωμεν τούς ἄθλους σου, ἀγαθή, οὖς ἐν τή μονή σου σύ κατήγαγες ταπεινῶς καί τάς ἀρετᾶς σου δί’ὧν κατεκοσμήθης, Εἰρήνη χριστοδρόμε, πιστῶν τό κλέϊσμα.
Ἀτεκνίαν λύεις τῶν γυναικών, Εἰρήνη θεοφρον, ὀρθοδόξων καταφυγή, σύ καί τάς ἰάσεις παρέχεις ἀδαπάνως τοῖς πίστει προσιούσιν εἰς τήν εἰκόνα σου.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Εἴτα τό Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως
Δόξαν ρέουσαν, ὑπεριδοῦσα, νύμφη ἄμωμος, ὤφθης Κυρίου δί’ ἀσκήσεως Ὁσία ἐκλάμψασα ὡς οὔν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου ἐν ὁμονοία ἠμᾶς διαφύλαττε, ἀξιάγαστε,
Χριστῷ τῷ Θεῶ πρεσβεύουσα δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ὁ ἱερεύς: Ἐλέησον ἠμᾶς ὁ Θεός... καί μνημονεύει τά ὀνόματα τῶν πιστῶν, ὑπέρ ὧν ἡ Παράκλησις τελεῖται, ποιεῖ τήν ἀπόλυσιν.
Δόξα σοί Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἠμῶν.
Ὁ Χορός: Δόξα. Καί νῦν. Κύριε ἐλέησον (γ') Πάτερ, ἅγιε εὐλόγησον.

Τῶν πιστῶν ἀσπαζομένων τήν εἰκόνα τῆς Ὁσίας ψάλλομεν τά ἑξῆς:
Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου.
Χαῖρε, ὤ Εἰρήνη θαυμαστή. Χαῖρε ὀρθοδόξων προστάτα καί τῶν πιστῶν ὁ φρουρός ἄλλην γάρ οὐκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν ἐν κινδύνοις καί θλίψεσιν ἀεί μεσιτείαν οἱ
κατατρυχόμενοι ὑπό ποικίλων παθῶν σπεῦσον καί ἀτέκνοις παρασχου τέκνα, θεοδόξαστε κόρη, ὡς καί ὑγιείαν, καλλιπάρθενε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ἦχος ἅ'.
Τή πρεσβεία, Κύριε, πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν καί ἐλέησον ἠμᾶς ὡς μόνος οἰκτίρμων.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

1 σχόλιο:

  1. Μεγάλη μου Αγία σε παρακαλώ βοήθησε και μας να γινουμε γονεις. Αμην.

    ΑπάντησηΔιαγραφή

Διαβάστε επίσης

Αρχάγγελος Μιχαήλ

Αρχάγγελος Μιχαήλ